Book 2
34
τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, Ἰνδοὶ ἔφη παραινέσεις τῷ βασιλεῖ ᾅδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις. πῶς οὖν, ἔφη ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν. οὐ καταγελῶ,ʼ ʼἔφη δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.
35
τοιαῦτα διαλεχθέντες, ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς ὁ βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ᾧ ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν ἄνδρα, καὶ ἤρετο αὐτόν, ὅ τι ἐνθυμοῖτο, οὐ γάρ που καθεύδεις εἶπεν ὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου. οὐ γὰρ καθεύδειν ἡγῇ ἔφη τοὺς τὸ ὕδωρ πίνοντας; καθεύδειν μέν, ἔφη λεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφιζάνειν φῶμεν, οὐ τῷ νῷ. ἀμφοτέροις εἶπε, καὶ ἴσως τῷ νῷ μᾶλλον· εἰ γὰρ μὴ ἀτρεμήσει ὁ νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον· οἱ γοῦν μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ πήδησιν, ἀλλʼ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων. ἐπεὶ τοίνυν, ὦ βασιλεῦ, εἶπε σαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται ʽαὐτᾦ τοῖς ἀνθρώποις, σκεψώμεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος ὁ τὸ ὕδωρ πίνων. μὴ σοφίζου, ἔφη ὁ βασιλεὺς εἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακχεύουσα γὰρ ἡ γνώμη στροβήσει τε αὐτὸν καὶ ταραχῆς ἐμπλήσει· δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης καταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄροφον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου.