Book 2
36
καλέσας οὖν ὁ Ἀπολλώνιος τὸν Δάμιν πρὸς δεινὸν ἄνδρα ἔφη ὁ λόγος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι. ὁρῶ, ἔφη καὶ τοῦτʼ ἴσως ἦν τὸ μελαμπύγου τυχεῖν. κἀμὲ δὲ πάνυ αἱρεῖ ὁ λόγος, ὃν εἴρηκεν· ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν. ἀνακουφίσας οὖν τὴν κεφαλὴν ὁ Ἀπολλώνιος καὶ μὴν ὅσον ἔφη πλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθεύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχόμενος· ὡς μὲν γὰρ τετάρακται ἡ γνώμη τοῖς μεθύουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδονῆς, ἣ δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολλάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξάμενοί πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, ὦ βασιλεῦ, μανικὰ πάθη· καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλʼ ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτʼ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά. ἔστι δὲ καὶ φάρμακα ὕπνου μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν ἢ οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλʼ ἢ βαθὺν καὶ ἡμιθνῆτα ἢ βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ ᾖ, ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλλον ἢ τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτʼ ἀναγράφουσιν αὑτοῖς οὔθʼ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἢ ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλʼ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόρρω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὁ ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδουλωμένον ὑπὸ τοῦ οἴνου, ἀλλʼ ἐλεύθεροί τε καὶ ὀρθοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνακουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκθρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ ὕπνου.