Book 2
38
ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις σὺ μέν, ἔφη ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι. καὶ ἀκούοι γε εὐχομένου, ἔφη χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.