Book 2
39
ἐπανελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, ὁ δὲ τήμερον ἔφη οὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ἐφʼ ἱεροῖς οὖν ἔφη ποιεῖσθε καὶ ταύτας, ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας; νὴ Δίʼ εἶπε καὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ ὁ δικάζων ἀπενεχθείη τοῦ εὐθέος. εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη, ἣν δικάσοι δίκην, ὁρῶ γὰρ εἶπεν ἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο. ὁμολογῶ ἔφη ἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε· ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν ᾗ θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον ἡ γῆ ῥαγεῖσα χρυσοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσήκειν μᾶλλον ὁ τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδʼ ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπʼ αὐτῇ ἔχοι, ὁ πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἃ ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε· καὶ δίκαιος μὲν ὁ ἀμφοῖν λόγος, εὐήθης δʼ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύσαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ὡς μὲν οὐ φιλοσόφω ἔφη τὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δʼ ἄν μοι δικάσαι δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπιμέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς δʼ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται· δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δʼ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου. ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ ὁ μὲν ἀποδόμενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς. ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, ὁ δὲ ἐπιεικής τε ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκράτησεν οὖν ἡ τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν ὁ χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.