Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

40 ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν ὁ Ἀπολλώνιος τῷ Ἰνδῷ τήμερον εἶπεν ἡ τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, ὦ βασιλεῦ, ξένον, τῆς δʼ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ νόμῳ. ἀλλʼ οὐδὲ ὁ νόμος εἶπεν ἤδη διαλέγεταί σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ μεσημβρίαν ἀφίκου. χαίρω ἔφη τῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον διʼ ἐμέ. εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην εἶπε τό γε ὑπὲρ σοῦ. ἀλλʼ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κάμηλοι, ἐφʼ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς; ἐκεῖθεν ἔφη δόντος γε αὐτὰς Οὐαρδάνου. ἔτʼ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι; ἐσιώπησε μὲν ὁ Ἀπολλώνιος, ὁ δὲ Δάμις οὔπω συνίησιν, ἔφη ὦ βασιλεῦ, τῆς ἀποδημίας ὁ ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλʼ ὡς πανταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διομολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον· διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφʼ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲν ἔφη καθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμήλων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ. ὑπολαβὼν οὖν ὁ βασιλεὺς ἐγὼ ἔφη τοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσω — τεττάρων, οἶμαι, δεῖσθε — καὶ ὁ σατράπης δὲ ὁ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι. ἡγεμόνα δὲ εἶπεν ὁ Δάμις οὐκ ἄν, ὦ βασιλεῦ, δοίης; καὶ κάμηλόν γε ἔφη τῷ ἡγεμόνι δώσω καὶ ἐφόδια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σοφῶν, ἵνʼ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀνδρὸς θείου. καὶ χρυσίον δὲ ἐδίδου ὁ Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα· ὁ δὲ Ἀπολλώνιος χρυσίον μὲν ἔφη ἱκανὸν ἑαυτῷ εἶναι δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν. μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος ὦ βελτίστη εἶπεν ὡς ἐς καιρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκα ἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόρρητόν τε καὶ θείαν. οἱ δὲ ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδʼ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθήσοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme