Book 2
41
Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε· βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν χαίρειν. Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυτοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα πέμπετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε· ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν, καὶ γὰρ λέγει ἄριστα ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφʼ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.
42
ἐξελάσαντες δὲ τῶν Ταξίλων καὶ δύο ἡμερῶν ὁδὸν διελθόντες ἀφίκοντο ἐς τὸ πεδίον, ἐν ᾧ λέγεται πρὸς Ἀλέξανδρον ἀγωνίσασθαι Πῶρος, καὶ πύλας ἐν αὐτῷ ἰδεῖν φασι ξυγκλειούσας οὐδέν, ἀλλὰ τροπαίων ἕνεκα ᾠκοδομημένας. ἀνακεῖσθαι γὰρ ἐπʼ αὐτῶν τὸν Ἀλέξανδρον ἐφεστηκότα τετραρρύμοις ἅρμασιν, οἷος ἐπὶ τοῖς Δαρείου σατράπαις ἐν Ἰσσοῖς ἕστηκε. διαλείπουσαι δʼ οὐ πολὺ ἀλλήλων δύο ἐξῳκοδομῆσθαι λέγονται πύλαι, καὶ φέρειν ἡ μὲν Πῶρον, ἡ δὲ Ἀλέξανδρον, ξυμβεβηκότε, οἶμαι, μετὰ τὴν μάχην, ὁ μὲν γὰρ ἀσπαζομένῳ ἔοικεν, ὁ δὲ προσκυνοῦντι.
43
ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλκῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στήλην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προελθεῖν πρόσω.