Book 2
6
ὑπερβάντες δὲ τὸ ὄρος ἐντυγχάνουσιν ἐπʼ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν, εἰσὶ δʼ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης, καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά, πορεύονται δὲ χίλια στάδια τῆς ἡμέρας γόνυ οὐδαμοῦ κάμψασαι. προσελάσας οὖν τῶν Ἰνδῶν εἷς ἐπὶ καμήλου τοιαύτης ἠρώτα τὸν ἡγεμόνα οἷ στείχοιεν, ἐπεὶ δὲ τὸν νοῦν τῆς ἀποδημίας ἤκουσεν, ἀπήγγειλε τοῖς νομάσιν, οἱ δὲ ἀνεβόησαν ὥσπερ ἡσθέντες ἐκέλευόν τε πλησίον ἥκειν καὶ ἀφικομένοις οἶνόν τε ὤρεγον, ὃν ἀπὸ τῶν φοινίκων σοφίζονται καὶ μέλι ἀπὸ ταὐτοῦ φυτοῦ καὶ τεμάχη λεόντων καὶ παρδάλεων, ὧν καὶ τὰ δέρματα νεόδαρτα ἦν, δεξάμενοι δὲ πλὴν τῶν κρεῶν πάντα ἀπήλασαν τοὺς Ἰνδοὺς καὶ ἐχώρουν πρὸς ἕω.