Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

7 ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας ὁ Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνου Διὸς ἔφη σωτῆρος ἥδε σοι, Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ τὸν ἀπὸ τῶν ἀμπέλων καὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν ὁ Ἀπολλώνιος οὐ καὶ χρημάτων ἔφη ἀπεχόμεθα, ὦ Δάμι; νὴ Δίʼ εἶπεν ὡς πολλαχοῦ ἐπεδείξω. ἆρʼ οὖν ἔφη χρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα, καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κεχηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ἢ ὑπόχρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψόμεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλίχονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρειχάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας ἐς τὰ Ἰνδῶν ἤθη· τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρʼ ἄν, ὦ Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, ἃ Ῥωμαῖοι χαράττουσιν ἢ ὁ Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρʼ οὐ κίβδηλόν τε καὶ τὴν φιλοσοφίαν ἀποβεβληκότα μᾶλλον ἢ οἱ πονηροὶ στρατιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθείσης ἑτέρα γένοιτʼ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι ὁ Διόνυσος οὐδενὸς οἴνου ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμπελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περιυβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόρρω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλησίον ἡ Νῦσα τὸ ὄρος, ἐφʼ οὗ ὁ Διόνυσος πολλά, οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ μεθύειν, ὦ Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλησίως ἐκβακχεύει· πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνετύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾅδουσιν ὑπονυστάζοντες, ὥσπερ οἱ παρʼ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπʼ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι. καὶ εἴρηταί μοι, ὦ Δάμι, πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα· οὔτε γὰρ σὲ τοῦ πίνειν ἀπάγοιμʼ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγχωροίην δʼ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖνον, ἐμαυτῷ δὲ ἐς ἃ ὡμολόγηταί μοι πρὸς φιλοσοφίαν ἐκ παιδός. ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγούμενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme