Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

10 τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέπεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλʼ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφʼ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme