Book 3
15
ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ὁ ἀνὴρ δίεισιν· ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶν εἶδον φησὶν Ἰνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπʼ αὐτῆς, καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων ταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, ὁ δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλʼ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ὃ ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάττειν, ἀλλʼ ὥς2περ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνακλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵνʼ ἐς καιρὸν τῇ γῇ ἴωσι καὶ ἡ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπʼ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ ἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ. τὸ δὲ ἀτειχίστως τετειχισμένους δηλοῖ τὸν ἀέρα, ὑφʼ ᾧ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦντες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπειδὰν αὐτοὶ βούλωνται. τὸ δὲ μηδὲν κεκτημένους τὰ πάντων ἔχειν ὧδε ὁ Δάμις ἐξηγεῖται· πηγαί, ὁπόσαι τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν ὁ Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν· εἰκότως οὖν ὁ Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρασκευῆς, αὐτοσχεδίως δέ, ἃ βούλονται, ποριζομένους, ἔχειν φησίν, ἃ μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως ταῖς ἐξωμίσιν. ἡ δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, ἡ δὲ πιμελὴ οἷα ἔλαιον ἀπʼ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη αὐτό, οὐ μεθίεται ἡ γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι.