Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

21 καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.
22 καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην· οὗτος γὰρ δείξας τι μειράκιον εἴκοσί που γεγονὸς ἔτη πέφυκε μὲν πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔρρωται δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ. τί οὖν, εἶπεν ὦ Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών. οὐ ξύνεστιν, εἶπεν ἀλλʼ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑποβλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψώντων. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης ὁ ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπʼ αὐτὸν τέχνας, ὑφʼ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθʼ ἡ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε. μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφʼ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσσέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φιλοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme