Book 3
24
ὁ δὲ Ἀπολλώνιος ἐπεί με εἶπεν ἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, ὃ δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι· τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. οἰκία δὲ ἔφασαν ἔστι σοι; καλύβη πονηρὰ ἔφην περὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ ὁ Πρωτεὺς ᾤκει. βούλοιο ἂν οὖν ἤροντό με γενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦλον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἃ ἀπὸ τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶσιν; βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων δʼ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν φασκόντων, εἰ γενοίμην αὐτοῖς, ὃ ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι· λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε ἐκεῖθεν ἄραιμι, ἀλλʼ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτʼ αὐτόν με ἀποκτενεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραιτῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι ʽὑπεσχόμηνʼ, ἃ ἐβούλοντο, ὀμνύναι ἔφην αὐτοὺς δεῖν ἦ μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, χωρεῖτε ἔφην ἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν. καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπαριθμηθείη μοι καὶ μὴ πρότερον ἢ τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπεράρας τοῦ ἀκρωτηρίου. ταῦτʼ οὖν, εἶπεν ὁ Ἰάρχας Ἀπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα; καὶ πρός γε ἔφη φιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυχὰς ἀνθρώπων, μηδʼ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι.