Book 3
27
ἀλλʼ ἰδοὺ ἔφη οὗτος. προῄει δὲ ἄρα ὁ βασιλεὺς ἀδελφῷ τε καὶ υἱῷ ἅμα χρυσῷ τε ἀστράπτων καὶ ψήφοις. ὑπανισταμένου δὲ τοῦ Ἀπολλωνίου, κατεῖχεν αὐτὸν ὁ Ἰάρχας ἐν τῷ θρόνῳ, μηδὲ γὰρ αὐτοῖς πάτριον εἶναι τοῦτο. τούτοις ὁ Δάμις αὐτὸς μὲν οὔ φησι παρατυχεῖν διὰ τὸ τὴν ἡμέραν ἐκείνην ἐν τῇ κώμῃ διαιτᾶσθαι, Ἀπολλωνίου δὲ ἀκηκοὼς ἐγγράψαι αὐτὰ ἐς τὸν αὑτοῦ λόγον. φησὶ τοίνυν καθημένοις μὲν αὐτοῖς τὸν βασιλέα προτείνοντα τὴν χεῖρα οἷον εὔχεσθαι τοῖς ἀνδράσι, τοὺς δὲ ἐπινεύειν, ὥσπερ ξυντιθεμένους οἷς ᾔτει, τὸν δὲ ὑπερήδεσθαι τῇ ἐπαγγελίᾳ, καθάπερ ἐς θεοῦ ἥκοντα. τὸν δὲ ἀδελφὸν τοῦ βασιλέως καὶ τὸν υἱὸν κάλλιστον μειράκιον ὄντα μηδὲν ὁρᾶσθαι βέλτιον ἢ εἰ ἀνδράποδα τουτωνὶ τῶν ἀκολούθων ἦσαν. μετὰ ταῦτα ἐξαναστῆναι τὸν Ἰνδὸν καὶ φωνὴν ἱέντα κελεύειν αὐτὸν σίτου ἅπτεσθαι, προσδεξαμένου δʼ αὐτοῦ καὶ τοῦτο μάλιστα ἀσμένως τρίποδες μὲν ἐξεπορεύθησαν Πυθικοὶ τέτταρες αὐτόματοι, καθάπερ οἱ Ὁμήρειοι προϊόντες, οἰνοχόοι δʼ ὑπʼ αὐτοῖς χαλκοῦ μέλανος, οἷοι παρʼ Ἕλλησιν οἱ Γανυμήδεις τε καὶ οἱ Πέλοπες. ἡ γῆ δὲ ὑπεστόρνυ πόας μαλακωτέρας ἢ αἱ εὐναί. τραγήματα δὲ καὶ ἄρτοι καὶ λάχανα καὶ τρωκτὰ ὡραῖα, πάντα ἐν κόσμῳ ἐφοίτα διακείμενα ἥδιον ἢ εἰ ὀψοποιοὶ αὐτὰ παρεσκεύαζον, τῶν δὲ τριπόδων οἱ μὲν δύο οἴνου ἐπέρρεον, τοῖν δυοῖν δὲ ὁ μὲν ὕδατος θερμοῦ κρήνην παρεῖχεν, ὁ δὲ αὖ ψυχροῦ. αἱ δʼ ἐξ Ἰνδῶν φοιτῶσαι λίθοι παρʼ Ἕλλησι μὲν ἐς ὅρμους τε καὶ δακτυλίους ἐμβιβάζονται διὰ σμικρότητα, παρὰ δὲ Ἰνδοῖς οἰνοχόαι τε ψυκτῆρές τε γίγνονται διὰ μέγεθος καὶ κρατῆρες ἡλίκοι ἐμπλῆσαι τέτταρας ὥρᾳ ἔτους διψῶντας. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι μέν φησι ξυμμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν δὲ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. κατακεῖσθαι δὲ αὐτοὺς ὡς ἐν ξυσσιτίῳ μέν, οὐ μὴν πρόκριτόν γε τὸν βασιλέα, τοῦτο δὴ τὸ παρʼ Ἕλλησί τε καὶ Ῥωμαίοις πολλοῦ ἄξιον, ἀλλʼ ὡς ἔτυχέ γε, οὗ ἕκαστος ὥρμησεν.