Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

30 καὶ προσκλιθεὶς τῷ Ἰάρχᾳ τοῦτον μὲν ἔφη μεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοινῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς; ὅτι ἔφη βασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν. ὀκτωκαίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους; οὔτε γὰρ τῶν τετραγώνων ὁ ἀριθμός, οὔτε τῶν εὐδοκιμούντων τε καὶ τιμωμένων, καθάπερ ὁ τῶν δέκα καὶ ὁ τῶν δώδεκα καὶ ὁ ἑκκαίδεκα καὶ ὁπόσοι τοιοίδε. ὑπολαβὼν οὖν ὁ Ἰνδὸς οὔτε ἡμεῖς ἔφη ἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλʼ ἀπὸ σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη καταλειφθῆναι μόνον ἐνταῦθα τῷ μήτʼ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλόσοφον ἢ γενναίαν φύσιν. Αἰγυπτίων τοίνυν ἐν τοῖς εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄνει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγανδρίαν. ἡμεῖς δέ, ὦ Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαινοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον, κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην ἢ καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως· ὁ γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος ὢν ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει· ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme