Book 3
31
ταῦτα σπουδάζοντας αὐτοὺς ὁ βασιλεὺς ἐκκρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, ὁ δὲ Ἀπολλώνιος διαλεγόμεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρʼ Ἕλλησιν εὐδοκιμωτάτων, σὺ δʼ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων. διαβέβλημαι μὲν ἀληθῶς, εἶπεν ἀκοῦσαι δʼ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δούλων. ὁ δὲ ὑπὲρ ἄλλων μὲν ἔφη διαλεγόμεθα, ἐπεὶ δʼ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνήσθης, ἐκεῖνό μοι εἰπέ· εἰσί σοι, βασιλεῦ, δοῦλοι; δισμύριοι, ἔφη καὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐδένα, ἀλλʼ εἰσὶν οἰκογενεῖς πάντες. πάλιν οὖν ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερʼ αὐτὸς ἀποδιδράσκοι τοὺς αὑτοῦ δούλους ἢ οἱ δοῦλοι ἐκεῖνον, ὁ δὲ ὑβρίζων αὐτὸν τὸ μὲν ἐρώτημα ἔφη ἀνδραποδῶδες, ὅμως δʼ οὖν ἀποκρίνομαι τὸν ἀποδιδράσκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν. οὐκοῦν, ἔφη ὦ βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφανται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττηθεὶς γὰρ ὑπʼ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε. καὶ μὴν καὶ ἐνέπρησεν ἔφη τὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν. ὁ δὲ Ἀπολλώνιος τούτου μέν, εἶπεν ὦ βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος· οὓς γὰρ ἀπολωλεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ ʽτἂ Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθʼ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέστατον ἀνθρώπων ὑπείληφα· εἰ γὰρ ἐν χερσὶ τῶν Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δʼ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλληνες; ἀγωνία δʼ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπʼ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες καὶ Πέλοψ ὁ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς μαζῷ ἀποθανόντες, ὁ δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπʼ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαινεῖν οὓς νικῶσιν;