Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

32 ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη ὁ βασιλεύς, καὶ ὦ φίλτατε, εἶπεν οἵους ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι. πόθεν οὖν, ὦ βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες; διαβάλλουσιν, εἶπεν ὦ ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλληνες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλʼ ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐνδεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλʼ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων ὅ τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπʼ ἐμοῦ ἀπιστεῖσθαι. ὁ δὲ Ἰάρχας κἀγώ, ἔφη ὦ βασιλεῦ, ἐγίγνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων, διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστʼ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλʼ ἐπεὶ βελτίων γέγονας ὑπʼ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν ἡ Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν διʼ ἃ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δʼ οὗτοι τῶν κατʼ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαίροντα, ὁπότε ἀφίκοιο. καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπόταις πρῶτος ἐς τὴν φιάλην κύπτων, ἡ δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ ὁ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάνταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme