Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

4 ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν, εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπερίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν, ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω· τὸ δένδρον ἡ πεπερὶς εἴκασται μὲν τῷ παρʼ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ ὅ τι αὐτοῦ κοῖλον, οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσι, τοὺς λέοντας ἀπʼ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλʼ εὐεργέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει· προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενομένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme