Book 3
39
καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλισθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν. ἀλλʼ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν ἐς ὀρθὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐρρυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομένου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη· τὸν ἄνδρα ἐκέλευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε.
40
πατρὸς δʼ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοί πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ. Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.