Book 3
41
τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν ἢ μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδʼ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.
42
περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν αὐτὸν ὁ Ἰάρχας οἱ μαντικῇ ἔφη χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπʼ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφʼ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ ἔξιθι τοῦ νεὼ πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.