Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

43 καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν σὺ δʼ οὐδὲν ἔφη προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ; νὴ Δίʼ, εἶπε τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπʼ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δʼ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.
44 ἐπὶ τούτοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν ὁ Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφʼ ᾧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν; οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆσαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμάκων ἐγκαταμῖξαι τοῖς σώζουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme