Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

45 ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δάμιδι σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολογουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδʼ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος ʽἂνʼ εἴη μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ ὁ Ἀπολλώνιος ἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας; ὁ δὲ Ἰάρχας καὶ τίνα ἔφη φύσιν τοῦ ζῷου τούτου ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ ʽτἰ λέγεσθαι. λέγεται εἶπε μεγάλα καὶ ἄπιστα, τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας αὐτό. ἐρομένου δὲ αὐτοῦ καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, ὅ φασιν ἐκ πηγῆς βλύζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ ἡ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν ὁ Ἰάρχας περὶ μὲν ζῴων ἢ φυτῶν εἶπεν ἢ πηγῶν, ὧν αὐτὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις· θηρίον δὲ τοξεῦον ἢ χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme