Book 3
57
ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώδης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα τῆς νήσου πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες, τουτὶ δὲ ἡ τοῦ ἐλαίου ἐπιρροὴ πράττει, καταδύεταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατεσκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπʼ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, ὁ δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ ἡ φύσει μαργαρὶς κἄστιν ἡ μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης. ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.
58
καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα διʼ αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον, ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς Ἀντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν Ἑλληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦσαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς Ἀφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν Ἀπολλώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς Ἰωνίαν πλεῦσαι θαυμαζόμενον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν σοφίαν τιμῶσιν.