Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

5 ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει. πεδιὰς πᾶσα ἡ χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύεσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν. ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυκες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.
6 καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα· δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλʼ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme