Book 3
8
οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς, γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα, καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοὶ ὄμμα τε ὑποκάθηται τῇ ὀφρύι δεινὸν καὶ ἀνειδὲς δεδορκός, ὑπόχαλκόν τε ἠχὼ φέρουσιν, ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν, ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπαδίου πλέον. οὗτοι καὶ τοὺς ἐλέφαντας αἱροῦσιν, αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείραντες γράμματα τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφʼ οὗ νικᾶται τοὺς ὀφθαλμοὺς ὁ δράκων ἀτρέπτους ὄντας, καὶ πολλὰ τῆς ἀπορρήτου σοφίας ἐπʼ αὐτὸν ᾅδουσιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑπερβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι· προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες λῄζονται τὰς ἐν αὐτῇ λίθους. ἀποκεῖσθαι δέ φασιν ἐν ταῖς τῶν ὀρείων δρακόντων κεφαλαῖς λίθους τὸ μὲν εἶδος ἀνθηρὰς καὶ πάντα ἀπαυγαζούσας χρώματα, τὴν δὲ ἰσχὺν ἀρρήτους κατὰ τὸν δακτύλιον, ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. πολλάκις δὲ καὶ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὑτοῦ χειὰν φέρων ᾤχετο μονονοὺ σείων τὸ ὄρος. οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν Ἐρυθρὰν οἰκεῖν λέγονται, σύριγμα δὲ δεινόν φασιν ἀκούεσθαι τούτων καὶ κατιόντας αὐτοὺς ἐπὶ τὴν θάλατταν πλεῖν ἐπὶ πολὺ τοῦ πελάγους. περὶ δὲ ἐτῶν μήκους τοῦ θηρίου τούτου γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. τοσαῦτα περὶ δρακόντων οἶδα.
9
τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖσθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγονται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βουλευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας εὐτραφὲς ἡγούμενοι τὸ ἀπʼ αὐτῶν γάλα.