Book 3
13
τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη καὶ ἠκολούθει χαίρων. τὸν δὲ ὄχθον, ἐφʼ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν, ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπολιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολλαχοῦ δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκόσιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπεπειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν ᾗ τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ ὅ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτʼ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι.