Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 3

14 αὐτὸς δὲ ἀναβῆναι μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμενος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανωτάτην οὖσαν καὶ ὁπότε ἡ μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρακίνη μὲν εἴη ἡ ὑπʼ αὐτῷ γῆ, ἀπόρρητον δὲ τὸ ὕδωρ ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρκιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπʼ αὐτῆς ᾅττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί ποτε ὁ κρατὴρ οὗτος, ἀλλʼ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθαίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ ἀνέμων ὄντε. ὁ μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ ἡ Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, ὁ δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν ἡ γῆ ἔρρωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς ἢ Αἰγυπτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρʼ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος καὶ τὸ τοῦ Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρχαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δʼ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ λόφου τούτου, πῦρ τε ἐπʼ αὐτοῦ ὀργιάζουσιν, ὅ φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν· τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾅδουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme