Book 4
13
ὁ μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ἡ ναῦς εἶχεν, ἐπέρρεον αὐτῇ σμικρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ ἡ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσδοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μειζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσαν ἐνταῦθα ἔφη ἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι. περιβαλὼν οὖν τὸ Τρωικὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν ἐς τὴν Αἰολέων, ἣ ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν ὁ Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ εἴδει. καὶ ἅμα ἐξιὼν τῆς νεὼς ἐπιμεληθῶμεν, εἶπεν ὦ ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, διʼ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελτίους γενοίμεθα, τιμῶντες διʼ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν. οἱ μὲν δὴ ἐξεπήδων τῆς νεώς, ὁ δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶντες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖσθαι, τοιάνδε εὐχὴν ηὔξατο· Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, διʼ ὃν λόγοι, διʼ ὃν Μοῦσαι, διʼ ὃν ἐγώ.
14
παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτʼ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ πέπαυσο ἔφη τῶν ἐμῶν, καὶ γὰρ δὴ ʽκαἲ ᾅδοντά σε ἱκανῶς ἤνεγκα.