Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

19 τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτʼ ἐλέγχων τὸν ἱεροφάντην διʼ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme