Book 4
3
τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλήλους καὶ ὑπʼ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκάθηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. ὁ μὲν δὴ Ἀπολλώνιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφʼ ὅ τι οἱ στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμηνεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας ὁ Ἀπολλώνιος τοῦ λόγου παῖς εἶπεν ὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλλεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δʼ ἐσκεδασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, ὁ δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους. οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχοντο, ὁ δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματος οἱ μὲν στρουθοὶ εἶπεν ὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσωτίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπʼ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλʼ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;