Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

28 ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳ χαῖρε, εἶπεν ἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις. ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ αὐτὸν σχήματος. ὁ γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες. οἱ μὲν δὴ κατʼ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβασθῆναί ποτε τοῦ χώρου, ἐν ᾧ ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδʼ ἂν σχισθῆναί ποτʼ ἀπʼ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ταινίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβολον. ὁ δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆσθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν ὅ τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ἡ ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, ὁ δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ὁ ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ δὲ καὶ ἡ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω.
29 παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο τῶν Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθʼ ἑκόντες τι μήτʼ ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δʼ αὐτὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, εἰ μὲν σοφοὺς, ἔφη οὐκ οἶδα, σοφιστὰς μέντοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme