Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

30 ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγγράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸν συμπροθυμήθητί μοι ἔφη αὔριον, ἀναγνώσομαι γάρ τι. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, ὅ τι ἀναγνώσοιτο, λόγος εἶπε ξυντέτακταί μοι ἐς τὸν Δία. καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. τί οὖν ἔφη ἐπαινέσῃ τοῦ Διός; ἢ τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον; καὶ τοῦτο μέν, ἔφη πολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα. ὁ δὲ Ἀπολλώνιος δοκεῖς μοι εἶπεν ἐγκωμιαστικός τις εἶναι σφόδρα. διὰ τοῦτο ἔφη καὶ ποδάγρας ἐγκώμιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα ἢ κωφὸν εἶναι. ἀλλὰ μηδὲ τοὺς ὑδέρους εἶπε μηδὲ τοὺς κατάρρους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφʼ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπʼ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων. κεχαλινωμένον δὲ ἰδὼν τὸ μειράκιον ὑπὸ τοῦ λόγου ὁ ἐγκωμιάζων, εἶπεν ὦ ξυγγραφεῦ, πότερον ἃ οἶδεν ἐπαινέσεται ἄμεινον ἢ ἃ οὐκ οἶδεν; ἃ οἶδεν, ἔφη πῶς γὰρ ἄν τις ἐπαινοῖ, ἃ οὐκ οἶδε; τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας; ἐβουλήθην, εἶπεν ἀλλʼ ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι. δυσχεράνας οὖν ὁ Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτικοὺς τῶν ἀνθρώπων ἔπασχεν εἶτα, ἔφη ὦ κάθαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρʼ οἴει πότʼ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δʼ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων οὔθʼ, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme