Book 4
31
αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρεταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μόνον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομοθέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, ναὶ τὼ Σιώ, ἔφη, ἕτοιμά γε. ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακεδαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα, οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαιμονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν ὡς δεσπόται. πάλιν ἤροντο, πῶς ἥρωες· ὡς πατέρες. τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρωποι οὐ Λακωνικὸν ἔφη τὸ ἐρώτημα. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρʼ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμήσουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν. ἐρομένων δʼ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, καὶ τί ἔφη τῇ ἀνδρείᾳ χρήσεσθε;