Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

35 Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίεργον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους, ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δʼ ἂν τὸ ἐπὶ τῷ δήσαντι, εἰ μὴ σφόδρα ἔρρωτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme