Book 4
40
τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ὁ ἕτερος τῶν ὑπάτων καλέσας τὸν Ἀπολλώνιον τί ἔφη τὸ σχῆμα; ὁ δὲ καθαρὸν εἶπε καὶ ἀπʼ οὐδενὸς θνητοῦ. τίς δὲ ἡ σοφία; θειασμὸς ἔφη καὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι. ἔστι δέ τις, ὦ φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα; πολλοί, εἶπεν εἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτʼ ἂν αὑτοῦ βελτίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, ἃ οἶδεν, εὖ οἶδεν. ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ὁ ἀνὴρ δι’ ἃ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τινʼ ἔτι λανθάνειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτηδείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπε τί εὔχῃ προσιὼν τοῖς βωμοῖς; ἔγωγε ἔφη δικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ. εἶτα εἶπε τοσαῦτα αἰτῶν οἴει τεύξεσθαι; νὴ Δίʼ, εἶπε ξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων ἢ εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρʼ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρηστὸς ὤν. ἐξεπέπληκτο μὲν δὴ ὁ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαι φοίτα ἔφη ἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται παρʼ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν. ἢν δὲ μὴ γράψῃς, ἔφη οὐ δέξονταί με; μὰ Δίʼ, εἶπεν ἐμὴ γὰρ ἔφη αὕτη ἀρχή. χαίρω, ἔφη ὅτι γενναῖος ὢν μεγάλου ἄρχεις, βουλοίμην δʼ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ εἰδέναι· ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης· ἀνείσθω δέ μοι καὶ τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό. καὶ ὁ Τελεσῖνος μέγα ἔφη Ῥωμαίων ἐγκώμιον οἱ βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι. ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων οὐδὲ οἱ θεοὶ ἔφη πάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπότας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπʼ αὐτῶν ὡς κατάρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.