Book 4
46
ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύσειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει κατιδεῖν τι μέγα. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε, τί βούλει. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν. ἔρρωσο. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης ʽὁ̓ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.
47
Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀποδημίαν καὶ τὸν ἄνδρα.