Book 4
11
καθήρας δὲ τοὺς Ἐφεσίους τῆς νόσου καὶ τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων ἐς τὴν Ἑλλάδα ὥρμητο. βαδίσας οὖν ἐς τὸ Πέργαμον καὶ ἡσθεὶς τῷ τοῦ Ἀσκληπιοῦ ἱερῷ τοῖς τε ἱκετεύουσι τὸν θεὸν ὑποθέμενος, ὁπόσα δρῶντες εὐξυμβόλων ὀνειράτων τεύξονται, πολλοὺς δὲ καὶ ἰασάμενος ἦλθεν ἐς τὴν Ἰλιάδα καὶ πάσης τῆς περὶ αὐτῶν ἀρχαιολογίας ἐμφορηθεὶς ἐφοίτησεν ἐπὶ τοὺς τῶν Ἀχαιῶν τάφους, καὶ πολλὰ μὲν εἰπὼν ἐπʼ αὐτοῖς, πολλὰ δὲ τῶν ἀναίμων τε καὶ καθαρῶν καθαγίσας τοὺς μὲν ἑταίρους ἐκέλευσεν ἐπὶ τὴν ναῦν χωρεῖν, αὐτὸς δὲ ἐπὶ τοῦ κολωνοῦ τοῦ Ἀχιλλέως ἐννυχεύσειν ἔφη. δεδιττομένων οὖν τῶν ἑταίρων αὐτόν, καὶ γὰρ δὴ καὶ οἱ Διοσκορίδαι καὶ οἱ Φαίδιμοι καὶ ἡ τοιάδε ὁμιλία πᾶσα ξυνῆσαν ἤδη τῷ Ἀπολλωνίῳ, τόν τε Ἀχιλλέα φοβερὸν ἔτι φασκόντων φαίνεσθαι, τουτὶ γὰρ καὶ τοὺς ἐν τῷ Ἰλίῳ περὶ αὐτοῦ πεπεῖσθαι καὶ μὴν ἐγὼ ἔφη τὸν Ἀχιλλέα σφόδρα οἶδα ταῖς ξυνουσίαις χαίροντα, τόν τε γὰρ Νέστορα τὸν ἐκ τῆς Πύλου μάλα ἠσπάζετο, ἐπειδὴ ἀεί τι αὐτῷ διῄει χρηστόν, τόν τε Φοίνικα τροφέα καὶ ὀπαδὸν καὶ τὰ τοιαῦτα τιμᾶν ἐνόμιζεν, ἐπειδὴ διῆγεν αὐτὸν ὁ Φοῖνιξ λόγοις, καὶ τὸν Πρίαμον δὲ καίτοι πολεμιώτατον αὐτῷ ὄντα πρᾳότατα εἶδεν, ἐπειδὴ διαλεγομένου ἤκουσε, καὶ Ὀδυσσεῖ δὲ ἐν διχοστασίᾳ ξυγγενόμενος οὕτω μέτριος ὤφθη, ὡς καλὸς τῷ Ὀδυσσεῖ μᾶλλον ἢ φοβερὸς δόξαι. τὴν μὲν δὴ ἀσπίδα καὶ τὴν κόρυν τὴν δεινόν, ὥς φασι, νεύουσαν, ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπʼ αὐτῶν ἔπαθεν ἀπιστησάντων πρὸς αὐτὸν ὑπὲρ τοῦ γάμου, ἐγὼ δὲ οὔτε μετέχω τι τοῦ Ἰλίου διαλέξομαί τε αὐτῷ χαριέστερον ἢ οἱ τότε ἑταῖροι, κἂν ἀποκτείνῃ με, ὥς φατε, μετὰ Μέμνονος δήπου καὶ Κύκνου κείσομαι καὶ ἴσως με ἐν καπέτῳ κοίλῃ, καθάπερ τὸν Ἕκτορα, ἡ Τροία θάψει. τοιαῦτα πρὸς τοὺς ἑταίρους ἀναμὶξ παίξας τε καὶ σπουδάσας προσέβαινε τῷ κολωνῷ μόνος, οἱ δὲ ἐβάδιζον ἐπὶ τὴν ναῦν ἑσπέρας ἤδη.