Book 5
18
Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ἀποβῶμεν ἔφη τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.
19
μυηθεὶς δʼ Ἀθήνησιν, ἐμύει δʼ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπʼ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος. ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ λυπῶ σε, φάναι ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν ἔπαθες; καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.