Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

22 ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ οὐδὲ δραχμήν εἶπεν. ἐς δὲ τὴν οἰκίαν πόσα; δώδεκα ἔφη τάλαντα, προσαναλώσαιμι δʼ ἂν καὶ ἕτερα τοσαῦτα. τί δʼ εἶπεν ἡ οἰκία βούλεταί σοι; δίαιτα ἔφη λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες. ζηλωτότεροι δὲ εἶπεν οἱ ἄνθρωποι πότερον διʼ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα; διὰ τὸν πλοῦτον, εἶπε, τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει. χρημάτων δʼ, ἔφη ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος; ἐπεὶ δὲ ἐσιώπησε, δοκεῖς μοι, εἶπε μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.
23 νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ἀλλʼ ἦ σὺ ἔφη τυγχάνεις ὢν ὁ γαστριζόμενος; καὶ θύω γε εἶπεν ὑπὲρ τούτου. τί οὖν ἔφη ἀπολέλαυκας τῆς βορᾶς ταύτης; τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο. Ἡρακλέους ἔφη ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme