Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

24 τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρʼ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν· προϊόντα γέ τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν οὐ πάντες, εἶπεν ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι. καὶ πρὸς τοὺς δημίους, ὑφʼ ὧν ἤγοντο, ὑφεῖναι ἔφη κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλʼ ὑμεῖς γε ὅσἰ ἂν πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδʼ ἀποκτείνειν· καὶ ἅμα ἐνδιέτριβεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δʼ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη· ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων ἐπὶ τὸ ὄρυγμα Φαρίωνος ἐβόα φείσασθε, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλʼ ἑαυτοῦ μὲν κατεψεῦσθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλλως θαυμαστικοὶ ὄντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme