Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

25 ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφʼ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δʼ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, σὺ μὲν οὖν εἶπεν ἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις; εἰπόντος δὲ τοῦ ἱερέως καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυπτίων; πᾶς ἔφη σοφός, ἢν ἀπʼ Ἰνδῶν ἥκῃ. καὶ βοῦν ἔφη ἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται. τηκομένου δὲ τοῦ πλάσματος ὅρα ἔφη τὰ ἱερά. ποῖα; εἶπεν ὁ Αἰγύπτιος ὁρῶ γὰρ οὐδὲν ἐνθάδε. ὁ δὲ Ἀπολλώνιος οἱ δὲ Ἰαμίδαι εἶπε καὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, ὦ λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόντες, τοσαύτας δὲ ἀπʼ αὐτοῦ ξυλλεξάμενοι φήμας; ἢ τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπό τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δʼ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δʼ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ δηλούμενα, ὁπότε ἀνίσχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme