Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

26 τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν ποῖ ἔφη παρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλʼ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφʼ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δι’ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδʼ ὑπὸ Αἰακιδῶν, ἀλλʼ ὑπʼ ἀλλήλων, ὃ μηδʼ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερσπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐνταῦθα γυμνὰ μὲν ὑμῖν ἐπʼ ἀλλήλους ξίφη, βολαὶ δὲ ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέει δʼ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνημονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμετροῦντας μᾶλλον ἢ ὕδατος; καὶ πλείω ἐς τὴν ἐπίπληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει ὁ Δάμις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme