Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

28 θύσας γὰρ καὶ οὔπω χρηματίσας κατʼ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ποίησόν με ἔφη βασιλέα. ὁ δὲ ἐποίησα, εἶπεν ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ. ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, τί σοι ἔφη Νέρωνος ἀρχὴ ἐφαίνετο; καὶ ὁ Ἀπολλώνιος Νέρων εἶπε κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει. ξύμμετρον οὖν ἔφη κελεύεις εἶναι τὸν ἄρχοντα; οὐκ ἐγώ, εἶπε θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας ὦ Ζεῦ ἔφη σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ. καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους ἀρύσασθε, εἶπεν ὡς Νείλου καὶ ἐμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme