Book 5
29
ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη διʼ ἃ ἐπιέζοντο. κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ἴσως ἔφη μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτʼ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδʼ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλʼ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρʼ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφʼ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδʼ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλʼ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπʼ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλʼ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι, φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφʼ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵνʼ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.