Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

30 ἐπιθειάσας δʼ ὁ Ἀπολλώνιος τῷ λόγῳ, Ζεῦ ἔφη Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται. θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον αὐτὰ εἶπεν αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δʼ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δʼ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατʼ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρʼ ἃ ἐκεῖνοι πράττουσι ʽπράττεινʼ, ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, ἀλλʼ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο διʼ ἃ ἤκουσεν.
31 τῇ δʼ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν ὁ ἀνὴρ ἄρξει. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος ὦ βασιλεῦ, εἶπεν Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε. ἀκλείστους ἔφη θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme