Book 5
34
τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολλώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέγοντα, μή τι, ἔφη Δίων, τοῖς εἰρημένοις προστίθης; νὴ Δίʼ, εἶπε πὴ μὲν ὅμοια, πὴ δὲ ὀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα καταλύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν· ὁ γὰρ τὴν ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔρρωτο. τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι μέν — καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρετωτέρα τοῖς σώφροσι — δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν, ὥσπερ οἱ ἐκ σκότους ἐς ἀθρόον φῶς βλέψαντες· ὅθεν φημὶ δεῖν τὸν μὲν Βιτέλιον ἐξωθεῖν τῶν πραγμάτων, καὶ ὡς τάχιστά γε καὶ ἄριστα τοῦτο ἔσται, γιγνέσθω, δοκεῖ δέ μοι παρασκευάζεσθαι μὲν ὡς πολεμήσοντα, πόλεμον δὲ αὐτῷ μὴ προκηρύττειν, ἀλλὰ τιμωρίαν, εἰ μὴ μεθεῖτο. τῆς ἀρχῆς, κἂν ἕλῃς αὐτόν, τουτὶ δʼ ὑπάρξειν ἡγοῦμαί σοι μηδὲ πονήσαντι, δίδου Ῥωμαίοις αἵρεσιν τῆς αὑτῶν πολιτείας, κἂν μὲν αἱρῶνται δημοκρατίαν, ξυγχώρει· τουτὶ γάρ σοι πολλῶν μὲν τυραννίδων, πολλῶν δὲ Ὀλυμπιάδων μεῖζον καὶ πανταχοῦ μὲν γεγράψῃ τῆς πόλεως, πανταχοῦ δὲ ἑστήξεις χαλκοῦς, ἡμῖν δʼ ἀφορμὰς παραδώσεις λόγων, αἷς οὔτε Ἁρμόδιος οὔτε Ἀριστογείτων παραβεβλήσεταί τις. εἰ δὲ μοναρχίαν προσδέχοιντο, τίνι λοιπὸν ἀλλʼ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάντας; ἃ γὰρ ἔχων ἤδη τῷ κοινῷ παρήσεις, σοὶ δήπου μᾶλλον ἢ ἑτέρῳ δώσουσιν.