Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

38 μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων τίνας δέ, εἶπεν ὦ βασιλεῦ, δωρεὰς δώσεις; δέκα ἔφη νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα. καὶ ὁ Ἀπολλώνιος οὐκοῦν ἔφη φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλʼ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις. ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων διάλλαξόν με, βασιλεῦ, εἶπε πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί. ἐπαινέσας οὖν ὁ βασιλεὺς χθὲς ἔφη τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλʼ αἴτει ὑπερ δωρεᾶς. καὶ ὁ Δίων Λασθένης ἔφη ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται. ἀνείσθω, ἔφη δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ. καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθʼ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατʼ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος εἶτα ὑπὲρ δημοκρατίας ἔφη ξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme