Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

41 τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς· ταῦτʼ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε· Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν. Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο. τῷ αὐτῷ. διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο. τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο. τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δʼ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme