Book 5
43
ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆσθαι δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐφράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐρρωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀποδημίας ἐνθένδε ἀρξάμενος· Ὀλυμπικῆς προρρήσεως ἔφη δέομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες· Ὀλυμπικὴ δὲ πρόρρησις ἡ τοιάδε εἴη ἄν· Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμερῶν τριάκοντα ἐν αὐτῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς ὁ μὲν Δελφός, ὅτε Πύθια, ὁ δὲ Κορίνθιος, ὅτε Ἴσθμια, ἴτε φασὶν ἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν, Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλητὰς ὧδε· εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμπίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴργασται, ἴτε θαρροῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται, χωρεῖτε οἷ βούλεσθε. ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δεξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ὁ ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάντων, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθʼ ὁπόσα τεμένη κατʼ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλʼ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ἡ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος, ἐῴκει θεωρίδι.