Book 5
8
ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾅδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδʼ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφʼ ὅτῳ θύουσιν, ἀλλʼ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἠγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.
9
τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν διʼ αὐτὸ τὸ ἥκειν παρʼ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτʼ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρβάρων καὶ οὕτως ἀρχαῖα.