Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 5

12 ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δʼ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δʼ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλʼ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθʼ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτʼ ἐδεήθη μαθεῖν, ἀλλʼ ἐπῄνει μέν, ζηλοῦν δʼ οὐκ ἠξίου.
13 ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπʼ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν — ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου — οἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος ἴθι, ἔφη ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγαγὼν τοὺς ἑταίρους τρεῖς ἔφη Ῥωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλʼ οἱ μὲν ἐπʼ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τραγῳδῶν τύραννοι. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπʼ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλʼ ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme